Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 23.22 Dem. 23.24 (English) >>Dem. 23.27

23.23ἐπίσχες. ἠκούσατε μὲν τοῦ τε νόμου καὶ τοῦ ψηφίσματος, ἄνδρες Ἀθηναῖοι· ὡς δʼ ἄν μοι δοκεῖτε τοὺς περὶ τοῦ παρανόμου λόγους αὐτοὺς ῥᾷστα μαθεῖν, τοῦθʼ ὑμῖν φράσω· εἰ σκέψαισθʼ ἐν τίνι τάξει ποτʼ ἔσθʼ ὑπὲρ οὗ τὸ ψήφισμʼ εἴρηται, πότερα ξένος μέτοικος πολίτης ἐστίν. εἰ μὲν δὴ μέτοικον φήσομεν, οὐκ ἐροῦμεν ἀληθῆ, εἰ δʼ αὖ ξένον, οὐχὶ δίκαια ποιήσομεν· τὴν γὰρ τοῦ δήμου δωρειάν, ἐν πολίτης γέγονεν, κυρίαν αὐτῷ δίκαιόν ἐστιν εἶναι. ὡς ὑπὲρ πολίτου τοίνυν, ὡς ἔοικε, ποιητέον τοὺς λόγους. 23.24θεάσασθε δὴ πρὸς Διὸς ὡς ἁπλῶς καὶ δικαίως χρήσομαι τῷ λόγῳ, ὃς εἰς μὲν ταύτην τίθεμαι τὴν τάξιν αὐτὸν ἐν πλείστης ἂν τυγχάνοι τιμῆς, δʼ οὐδʼ ἡμῖν τοῖς γένει πολίταις ἐστίν, οὐδʼ ἐκείνῳ δεῖν οἶμαι γενέσθαι παρὰ τοὺς νόμους. τίνʼ οὖν ἐστι ταῦτα; νυνὶ γέγραφʼ οὑτοσί. γέγραπται γὰρ ἐν μὲν τῷ νόμῳτὴν βουλὴν δικάζειν φόνου καὶ τραύματος ἐν προνοίας καὶ πυρκαϊᾶς καὶ φαρμάκων, ἐάν τις ἀποκτείνῃ δούς.” 23.25καὶ προσειπὼν θεὶς τὸν νόμονἐὰν ἀποκτείνῃ,” κρίσιν πεποίηκεν ὅμως, οὐ πρότερον τί χρὴ πάσχειν τὸν δεδρακότʼ εἴρηκεν, καλῶς, ἄνδρες Ἀθηναῖοι, τοῦθʼ ὑπὲρ εὐσεβείας ὅλης τῆς πόλεως προϊδών. πῶς; οὐκ ἔνεστιν ἅπαντας ἡμᾶς εἰδέναι τίς ποτʼ ἐστὶν ἀνδροφόνος. τὸ μὲν δὴ τὰ τοιαῦτʼ ἄνευ κρίσεως πιστεύειν, ἄν τις ἐπαιτιάσηται, δεινὸν ἡγεῖτο, δεῖν δʼ ὑπελάμβανεν, ἐπειδήπερ ἡμεῖς τιμωρήσομεν τῷ πεπονθότι, πεισθῆναι καὶ μαθεῖν ἡμᾶς διδασκομένους ὡς δέδρακεν· τηνικαῦτα γὰρ εὐσεβὲς ἤδη κολάζειν εἰδόσιν εἶναι, πρότερον δʼ οὔ.


Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 23.22 Dem. 23.24 (English) >>Dem. 23.27

Powered by PhiloLogic